2 Kings 17

1ἐν ἔτει δωδεκάτῳ τῷ Αχαζ βασιλεῖ Ιουδα ἐβασίλευσεν Ωσηε υἱὸς Ηλα Ἐν Σαμαρείᾳ ἐπὶ Ισραηλ ἐννέα ἔτη. 2καὶ ἐποίησεν τὸ πονηρὸν ἐν ὀφθαλμοῖς κυρίου, πλὴν οὐχ ὡς οἱ βασιλεῖς Ισραηλ, οἳ ἦσαν ἔμπροσθεν αὐτοῦ. 3ἐπ' αὐτὸν ἀνέβη Σαλαμανασαρ βασιλεὺς Ἀσσυρίων, καὶ ἐγενήθη αὐτῷ Ωσηε δοῦλος καὶ ἐπέστρεψεν αὐτῷ μαναα. 4καὶ εὗρεν βασιλεὺς Ἀσσυρίων ἐν τῷ Ωσηε ἀδικίαν, ὅτι ἀπέστειλεν ἀγγέλους πρὸς Σηγωρ βασιλέα Αἰγύπτου καὶ οὐκ ἤνεγκεν μαναα τῷ βασιλεῖ Ἀσσυρίων ἐν τῷ ἐνιαυτῷ ἐκείνῳ, καὶ ἐπολιόρκησεν αὐτὸν βασιλεὺς Ἀσσυρίων καὶ ἔδησεν αὐτὸν ἐν οἴκῳ φυλακῆς. 5καὶ ἀνέβη βασιλεὺς Ἀσσυρίων ἐν πάσῃ τῇ γῇ καὶ ἀνέβη εἰς Σαμάρειαν καὶ ἐπολιόρκησεν ἐπ' αὐτὴν τρία ἔτη. 6ἐν ἔτει ἐνάτῳ Ωσηε συνέλαβεν βασιλεὺς Ἀσσυρίων τὴν Σαμάρειαν καὶ ἀπῴκισεν τὸν Ισραηλ εἰς Ἀσσυρίους καὶ κατῴκισεν αὐτοὺς ἐν Αλαε καὶ ἐν Αβωρ, ποταμοῖς Γωζαν, καὶ Ορη μηδων 7καὶ ἐγένετο ὅτι ἥμαρτον οἱ υἱοὶ Ισραηλ τῷ κυρίῳ θεῷ αὐτῶν τῷ ἀναγαγόντι αὐτοὺς ἐκ γῆς Αἰγύπτου ὑποκάτωθεν χειρὸς Φαραω βασιλέως Αἰγύπτου καὶ ἐφοβήθησαν θεοὺς ἑτέρους 8καὶ ἐπορεύθησαν τοῖς δικαιώμασιν τῶν ἐθνῶν, ὧν ἐξῆρεν κύριος ἀπὸ προσώπου υἱῶν Ισραηλ, καὶ οἱ βασιλεῖς Ισραηλ, ὅσοι ἐποίησαν, 9καὶ ὅσοι ἠμφιέσαντο οἱ υἱοὶ Ισραηλ λόγους οὐχ οὕτως κατὰ κυρίου θεοῦ αὐτῶν καὶ ᾠκοδόμησαν ἑαυτοῖς ὑψηλὰ ἐν πάσαις ταῖς πόλεσιν αὐτῶν ἀπὸ πύργου φυλασσόντων ἕως πόλεως ὀχυρᾶς 10καὶ ἐστήλωσαν ἑαυτοῖς στήλας καὶ ἄλση ἐπὶ παντὶ βουνῷ ὑψηλῷ καὶ ὑποκάτω παντὸς ξύλου ἀλσώδους 11καὶ ἐθυμίασαν ἐκεῖ ἐν πᾶσιν ὑψηλοῖς καθὼς τὰ ἔθνη, ἀπῴκισεν κύριος ἐκ προσώπου αὐτῶν, καὶ ἐποίησαν κοινωνοὺς καὶ ἐχάραξαν τοῦ παροργίσαι τὸν κύριον 12καὶ ἐλάτρευσαν τοῖς εἰδώλοις, οἷς εἶπεν κύριος αὐτοῖς Οὐ ποιήσετε τὸ ῥῆμα τοῦτο κυρίῳ. 13καὶ διεμαρτύρατο κύριος ἐν τῷ Ισραηλ καὶ ἐν τῷ Ιουδα ἐν χειρὶ πάντων τῶν προφητῶν αὐτοῦ, παντὸς ὁρῶντος, λέγων Ἀποστράφητε ἀπὸ τῶν ὁδῶν ὑμῶν τῶν πονηρῶν καὶ φυλάξατε τὰς ἐντολάς μου καὶ τὰ δικαιώματά μου καὶ πάντα τὸν νόμον, ὃν ἐνετειλάμην τοῖς πατράσιν ὑμῶν, ὅσα ἀπέστειλα αὐτοῖς ἐν χειρὶ τῶν δούλων μου τῶν προφητῶν. 14καὶ οὐκ ἤκουσαν καὶ ἐσκλήρυναν τὸν νῶτον αὐτῶν ὑπὲρ τὸν νῶτον τῶν πατέρων αὐτῶν 15καὶ τὰ μαρτύρια αὐτοῦ, ὅσα διεμαρτύρατο αὐτοῖς, οὐκ ἐφύλαξαν καὶ ἐπορεύθησαν ὀπίσω τῶν ματαίων καὶ ἐματαιώθησαν καὶ ὀπίσω τῶν ἐθνῶν τῶν περικύκλῳ αὐτῶν, ὧν ἐνετείλατο αὐτοῖς τοῦ μὴ ποιῆσαι κατὰ ταῦτα· 16ἐγκατέλιπον τὰς ἐντολὰς κυρίου θεοῦ αὐτῶν καὶ ἐποίησαν ἑαυτοῖς χώνευμα, δύο δαμάλεις, καὶ ἐποίησαν ἄλση καὶ προσεκύνησαν πάσῃ τῇ δυνάμει τοῦ οὐρανοῦ καὶ ἐλάτρευσαν τῷ Βααλ 17καὶ διῆγον τοὺς υἱοὺς αὐτῶν καὶ τὰς θυγατέρας αὐτῶν ἐν πυρὶ καὶ ἐμαντεύοντο μαντείας καὶ οἰωνίζοντο καὶ ἐπράθησαν τοῦ ποιῆσαι τὸ πονηρὸν ἐν ὀφθαλμοῖς κυρίου παροργίσαι αὐτόν. 18καὶ ἐθυμώθη κύριος σφόδρα ἐν τῷ Ισραηλ καὶ ἀπέστησεν αὐτοὺς ἀπὸ τοῦ προσώπου αὐτοῦ, καὶ οὐχ ὑπελείφθη πλὴν φυλὴ Ιουδα μονωτάτη. 19καί γε Ιουδας οὐκ ἐφύλαξεν τὰς ἐντολὰς κυρίου τοῦ θεοῦ αὐτῶν καὶ ἐπορεύθησαν ἐν τοῖς δικαιώμασιν Ισραηλ, οἷς ἐποίησαν, 20καὶ ἀπεώσαντο τὸν κύριον ἐν παντὶ σπέρματι Ισραηλ, καὶ ἐσάλευσεν αὐτοὺς καὶ ἔδωκεν αὐτοὺς ἐν χειρὶ διαρπαζόντων αὐτούς, ἕως οὗ ἀπέρριψεν αὐτοὺς ἀπὸ προσώπου αὐτοῦ. 21ὅτι πλὴν Ισραηλ ἐπάνωθεν οἴκου Δαυιδ καὶ ἐβασίλευσαν τὸν Ιεροβοαμ υἱὸν Ναβατ, καὶ ἐξέωσεν ιεροβοαμ τὸν ισραηλ ἐξόπισθεν κυρίου καὶ ἐξήμαρτεν αὐτοὺς ἁμαρτίαν μεγάλην· 22καὶ ἐπορεύθησαν οἱ υἱοὶ Ισραηλ ἐν πάσῃ ἁμαρτίᾳ Ιεροβοαμ, ἐποίησεν, οὐκ ἀπέστησαν ἀπ' αὐτῆς, 23ἕως οὗ μετέστησεν κύριος τὸν Ισραηλ ἀπὸ προσώπου αὐτοῦ, καθὼς ἐλάλησεν κύριος ἐν χειρὶ πάντων τῶν δούλων αὐτοῦ τῶν προφητῶν, καὶ ἀπῳκίσθη ισραηλ ἐπάνωθεν τῆς γῆς αὐτοῦ εἰς Ἀσσυρίους ἕως τῆς ἡμέρας ταύτης. 24καὶ ἤγαγεν βασιλεὺς Ἀσσυρίων ἐκ Βαβυλῶνος τὸν ἐκ Χουνθα καὶ ἀπὸ Αια καὶ ἀπὸ Αιμαθ καὶ Σεπφαρουαιν, καὶ κατῳκίσθησαν ἐν πόλεσιν Σαμαρείας ἀντὶ τῶν υἱῶν Ισραηλ καὶ ἐκληρονόμησαν τὴν Σαμάρειαν και κατῴκησαν ἐν ταῖς πόλεσιν αὐτῆς. 25καὶ ἐγένετο ἐν ἀρχῇ τῆς καθέδρας αὐτῶν οὐκ ἐφοβήθησαν τὸν κύριον, καὶ ἀπέστειλεν κύριος ἐν αὐτοῖς τοὺς λέοντας, καὶ ἦσαν ἀποκτέννοντες ἐν αὐτοῖς. 26καὶ εἶπον τῷ βασιλεῖ Ἀσσυρίων λέγοντες Τὰ ἔθνη, ἀπῴκισας καὶ ἀντεκάθισας ἐν πόλεσιν Σαμαρείας, οὐκ ἔγνωσαν τὸ κρίμα τοῦ θεοῦ τῆς γῆς, καὶ ἀπέστειλεν εἰς αὐτοὺς τοὺς λέοντας, καὶ ἰδού εἰσιν θανατοῦντες αὐτούς, καθότι οὐκ οἴδασιν τὸ κρίμα τοῦ θεοῦ τῆς γῆς. 27καὶ ἐνετείλατο βασιλεὺς Ἀσσυρίων λέγων Ἀπάγετε ἐκεῖθεν καὶ πορευέσθωσαν καὶ κατοικείτωσαν ἐκεῖ καὶ φωτιοῦσιν αὐτοὺς τὸ κρίμα τοῦ θεοῦ τῆς γῆς. 28καὶ ἤγαγον ἕνα τῶν ἱερέων, ὧν ἀπῴκισαν ἀπὸ Σαμαρείας, καὶ ἐκάθισεν ἐν Βαιθηλ καὶ ἦν φωτίζων αὐτοὺς πῶς φοβηθῶσιν τὸν κύριον. 29καὶ ἦσαν ποιοῦντες ἔθνη ἔθνη θεοὺς αὐτῶν καὶ ἔθηκαν ἐν οἴκῳ τῶν ὑψηλῶν, ὧν ἐποίησαν οἱ Σαμαρῖται, ἔθνη ἐν ταῖς πόλεσιν αὐτῶν, ἐν αἷς κατῴκουν ἐν αὐταῖς· 30καὶ οἱ ἄνδρες Βαβυλῶνος ἐποίησαν τὴν Σοκχωθβαινιθ, καὶ οἱ ἄνδρες Χουθ ἐποίησαν τὴν Νηριγελ, καὶ οἱ ἄνδρες Αιμαθ ἐποίησαν τὴν Ασιμαθ, 31καὶ οἱ Ευαῖοι ἐποίησαν τὴν Εβλαζερ καὶ τὴν Θαρθακ, καὶ οἱ Σεπφαρουαιν. κατέκαιον τοὺς υἱοὺς αὐτῶν ἐν πυρὶ τῷ Αδραμελεχ καὶ Ανημελεχ θεοῖς σεπφαρουαιν 32καὶ ἦσαν φοβούμενοι τὸν κύριον καὶ κατῴκισαν τὰ βδελύγματα αὐτῶν ἐν τοῖς οἴκοις τῶν ὑψηλῶν, ἐποίησαν ἐν Σαμαρείᾳ, ἔθνος ἔθνος ἐν πόλει ἐν κατῴκουν ἐν αὐτῇ· καὶ ἦσαν φοβούμενοι τὸν κύριον καὶ ἐποίησαν ἑαυτοῖς ἱερεῖς τῶν ὑψηλῶν. καὶ ἐποίησαν ἑαυτοῖς ἐν οἴκῳ τῶν ὑψηλῶν 33τὸν κύριον ἐφοβοῦντο καὶ τοῖς θεοῖς αὐτῶν ἐλάτρευον κατὰ τὸ κρίμα τῶν ἐθνῶν, ὅθεν ἀπῴκισεν αὐτοὺς ἐκεῖθεν. 34ἕως τῆς ἡμέρας ταύτης αὐτοὶ ἐποίουν κατὰ τὸ κρίμα αὐτῶν· αὐτοὶ φοβοῦνται καὶ αὐτοὶ ποιοῦσιν κατὰ τὰ δικαιώματα αὐτῶν καὶ κατὰ τὴν κρίσιν αὐτῶν καὶ κατὰ τὸν νόμον καὶ κατὰ τὴν ἐντολήν, ἣν ἐνετείλατο κύριος τοῖς υἱοῖς Ιακωβ, οὗ ἔθηκεν τὸ ὄνομα αὐτοῦ Ισραηλ, 35καὶ διέθετο κύριος μετ' αὐτῶν διαθήκην καὶ ἐνετείλατο αὐτοῖς λέγων οὐ φοβηθήσεσθε θεοὺς ἑτέρους καὶ οὐ προσκυνήσετε αὐτοῖς καὶ οὐ λατρεύσετε αὐτοῖς καὶ Οὐ θυσιάσετε αὐτοῖς, 36ὅτι ἀλλ' τῷ κυρίῳ, ὃς ἀνήγαγεν ὑμᾶς ἐκ γῆς Αἰγύπτου ἐν ἰσχύι μεγάλῃ καὶ ἐν βραχίονι ὑψηλῷ, αὐτὸν φοβηθήσεσθε καὶ αὐτῷ προσκυνήσετε καὶ αὐτῷ θύσετε 37καὶ τὰ δικαιώματα καὶ τὰ κρίματα καὶ τὸν νόμον καὶ τὰς ἐντολάς, ἃς ἔγραψεν ὑμῖν, φυλάσσεσθε ποιεῖν πάσας τὰς ἡμέρας καὶ οὐ φοβηθήσεσθε θεοὺς ἑτέρους· 38καὶ τὴν διαθήκην, ἣν διέθετο μεθ' ὑμῶν, οὐκ ἐπιλήσεσθε καὶ οὐ φοβηθήσεσθε θεοὺς ἑτέρους, 39ὅτι ἀλλ' τὸν κύριον θεὸν ὑμῶν φοβηθήσεσθε, καὶ αὐτὸς ἐξελεῖται ὑμᾶς ἐκ πάντων τῶν ἐχθρῶν ὑμῶν· 40καὶ οὐκ ἀκούσεσθε ἐπὶ τῷ κρίματι αὐτῶν, αὐτοὶ ποιοῦσιν. 41καὶ ἦσαν τὰ ἔθνη ταῦτα φοβούμενοι τὸν κύριον καὶ τοῖς γλυπτοῖς αὐτῶν ἦσαν δουλεύοντες, καί γε οἱ υἱοὶ καὶ οἱ υἱοὶ τῶν υἱῶν αὐτῶν καθὰ ἐποίησαν οἱ πατέρες αὐτῶν ποιοῦσιν ἕως τῆς ἡμέρας ταύτης.
Copyright information for LXX